gre 30-38σύμβολον ἤδη μοι μέγ᾽ ὀνήσιμον: οὐκ ὀνοτάζω.
χαῖρε, φυὴν ἐρόεσσα, χοροιτύπε, δαιτὸς ἑταίρη,
ἀσπασίη προφανεῖσα: πόθεν τόδε καλὸν ἄθυρμα
αἰόλον ὄστρακον ἕσσο χέλυς ὄρεσι ζώουσα;
ἀλλ᾽ οἴσω σ᾽ ἐς δῶμα λαβών: ὄφελός τι μοι ἔσσῃ,
οὐδ᾽ ἀποτιμήσω: σὺ δέ με πρώτιστον ὀνήσεις
οἴκοι βέλτερον εἶναι, ἐπεὶ βλαβερὸν τὸ θύρηφιν:
ἦ γὰρ ἐπηλυσίης πολυπήμονος ἔσσεαι ἔχμα
ζώουσ᾽: ἢν δὲ θάνῃς, τότε κεν μάλα καλὸν ἀείδοις.