gre 89-96αὐτὰρ ἐπεί ῥ᾽ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,
Δῆλος μὲν μάλα χαῖρε γονῇ ἑκάτοιο ἄνακτος:
Λητὼ δ᾽ ἐννῆμάρ τε καὶ ἐννέα νύκτας ἀέλπτοις
ὠδίνεσσι πέπαρτο. θεαὶ δ᾽ ἔσαν ἔνδοθι πᾶσαι,
ὅσσαι ἄρισται ἔασι, Διώνη τε Ῥείη τε
Ἰχναίη τε Θέμις καὶ ἀγάστονος Ἀμφιτρίτη
ἄλλαι τ᾽ ἀθάναται νόσφιν λευκωλένου Ἥρης:
ἧστο γὰρ ἐν μεγάροισι Διὸς νεφεληγερέταο: