gre 311-318κέκλυτέ μευ, πάντες τε θεοὶ πᾶσαί τε θέαιναι,
ὡς ἔμ᾽ ἀτιμάζειν ἄρχει νεφεληγερέτα Ζεὺς
πρῶτος, ἐπεί μ᾽ ἄλοχον ποιήσατο κέδν᾽ εἰδυῖαν:
καὶ νῦν νόσφιν ἐμεῖο τέκε γλαυκῶπιν Ἀθήνην,
ἣ πᾶσιν μακάρεσσι μεταπρέπει ἀθανάτοισιν:
αὐτὰρ ὅ γ᾽ ἠπεδανὸς γέγονεν μετὰ πᾶσι θεοῖσι
παῖς ἐμὸς Ἥφαιστος, ῥικνὸς πόδας, ὃν τέκον αὐτή:
[αἶσχος ἐμοὶ καὶ ὄνειδος ἐν οὐρανῷ ὅντε καὶ αὐτή]
ῥῖψ᾽ ἀνὰ χερσὶν ἑλοῦσα καὶ ἔμβαλον εὐρέι πόντῳ: