gre 414-435τότε δὴ κρατὺς Ἀργειφόντης
χῶρον ὑποβλήδην ἐσκέψατο, πῦρ ἀμαρύσσων,
... ἐγκρύψαι μεμαώς: Λητοῦς δ᾽ ἐρικυδέος υἱὸν
ῥεῖα μάλ᾽ ἐπρήυνεν ἑκηβόλον, ὡς ἔθελ᾽ αὐτός,
καὶ κρατερόν περ ἐόντα: λαβὼν δ᾽ ἐπ᾽ ἀριστερὰ χειρὸς
πλήκτρῳ ἐπειρήτιζε κατὰ μέρος: ἣ δ᾽ ὑπὸ χειρὸς
σμερδαλέον κονάβησε: γέλασσε δὲ Φοῖβος Ἀπόλλων
γηθήσας, ἐρατὴ δὲ διὰ φρένας ἤλυθ᾽ ἰωὴ
θεσπεσίης ἐνοπῆς καὶ μιν γλυκὺς ἵμερος ᾕρει
θυμῷ ἀκουάζοντα: