gre 463-473τὸν δ᾽ Ἑρμῆς μύθοισιν ἀμείβετο κερδαλέοισιν:
εἰρωτᾷς μ᾽, Ἐκάεργε, περιφραδές: αὐτὰρ ἐγώ σοι
τέχνης ἡμετέρης ἐπιβήμεναι οὔ τι μεγαίρω.
σήμερον εἰδήσεις: ἐθέλω δέ τοι ἤπιος εἶναι
βουλῇ καὶ μύθοισι. σὺ δὲ φρεσὶ πάντ᾽ εὖ οἶδας:
πρῶτος γάρ, Διὸς υἱέ, μετ᾽ ἀθανάτοισι θαάσσεις,
ἠύς τε κρατερός τε: φιλεῖ δέ σε μητίετα Ζεὺς
ἐκ πάσης ὁσίης, ἔπορεν δέ τοι ἀγλαὰ δῶρα.
καὶ τιμάς σέ γέ φασι δαήμεναι ἐκ Διὸς ὀμφῆς
μαντείας θ᾽ Ἐκάεργε, Διὸς παρά, θέσφατα πάντα
τῶν νῦν αὐτὸς ἐγώ σε μαλ᾽ ἀφνειὸν δεδάηκα: