gre 115-122εὖτ᾽ ἐπὶ Δήλου ἔβαινε μογοστόκος Εἰλείθυια,
δὴ τότε τὴν τόκος εἷλε, μενοίνησεν δὲ τεκέσθαι.
ἀμφὶ δὲ φοίνικι βάλε πήχεε, γοῦνα δ᾽ ἔρεισε
λειμῶνι μαλακῷ: μείδησε δὲ γαῖ᾽ ὑπένερθεν:
ἐκ δ᾽ ἔθορε πρὸ φόωσδε: θεαὶ δ᾽ ὀλόλυξαν ἅπασαι.
ἔνθα σέ, ἤιε Φοῖβε, θεαὶ λόον ὕδατι καλῷ
ἁγνῶς καὶ καθαρῶς, σπάρξαν δ᾽ ἐν φάρεϊ λευκῷ,
λεπτῷ, νηγατέῳ: περὶ δὲ χρύσεον στρόφον ἧκαν.