gre 368-377ζεῦ πάτερ, ἦ τοι ἐγώ σοι ἀληθείην καταλέξω:
νημερτής τε γάρ εἰμι καὶ οὐκ οἶδα ψεύδεσθαι.
ἦλθεν ἐς ἡμετέρου διζήμενος εἰλίποδας βοῦς
σήμερον ἠελίοιο νέον ἐπιτελλομένοιο:
οὐδὲ θεῶν μακάρων ἄγε μάρτυρας οὐδὲ κατόπτας,
μηνύειν δ᾽ ἐκέλευεν ἀναγκαίης ὑπὸ πολλῆς,
πολλὰ δέ μ᾽ ἠπείλησε βαλεῖν ἐς Τάρταρον εὐρύν,
οὕνεχ᾽ ὃ μὲν τέρεν ἄνθος ἔχει φιλοκυδέος ἥβης,
αὐτὰρ ἐγὼ χθιζὸς γενόμην, τὰ δέ τ᾽ οἶδε καὶ αὐτός,
οὔτι βοῶν ἐλατῆρι, κραταιῷ φωτί, ἐοικώς.